1.

[2.67] ἐπεὶ οὖν πᾶν ἀληθές, ὁποῖόν ποτ' ἂν ᾖ, ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, ἀκολουθήσει τὴν ῥητορικὴν παντὸς ἀληθοῦς εἶναι θεωρητικήν. τῷ δὲ παντὸς ἀληθοῦς εἶναι θεωρητικὴν ἀκολουθήσει τὸ καὶ παντὸς ψεύδους˙ ᾧ γὰρ λόγῳ ὁ διακριτικὸς τοῦ πιθανοῦ ἐξ ἀνάγκης καὶ τοῦ ἀπιθάνου διακριτικὸς ἔσται, τῷ αὐτῷ καὶ ὁ παντὸς ἀληθοῦς ἐπιγνώμων συνεπιβάλλει παντὶ τῷ ἀντικειμένῳ, τουτέστι τῷ ψεύδει. εἰ δὲ τοῦτο, ἔσται ἡ ῥητορικὴ γνῶσις ἀληθῶν τε καὶ ψευδῶν. οὐ πάνυ δέ γε τοῦτο˙ τοίνυν οὐδὲ τοῦ αὐτόθεν ἀληθοῦς ἐστι θεωρητική.