1.

[2.68] καὶ μὴν τοῖς ἀντικειμένοις συναγορεύειν ἐπαγγέλλεται, τὰ δὲ ἀντικείμενα οὔκ ἐστιν ἀληθῆ˙ οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδὲ τοῦ ψεύδους˙ οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη, ἀλλ' ἀναγκαῖόν ἐστι τὴν ῥητορικὴν τοῦτο μεταδιώκουσαν ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας.