1.

[2.69] εἰ γὰρ περὶ τὸ πιθανὸν ψεῦδος καταγίνεται, πάντως εἴσεται καὶ τὸ ἀπίθανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο καὶ παντὸς ἀληθοῦς, ὥστ' αὐτὴν μὴ διαφέρειν τῆς διαλεκτικῆς˙ ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον.