1.

[2.70] οὐ μὴν ἀλλ' εἰ τῶν ἀντικειμένων συνήγορος καθέστηκε, τὰ δὲ ἀντικείμενα οὔκ ἐστι ψευδῆ, οὐκ ἂν εἴη ψεύδους θεωρητική. ἔτι εἴπερ εἰκός ἐστι τὸ τὰς πλείστας ἀφορμὰς εἰς τὸ ἀληθὲς εἶναι παρεχόμενον, καὶ παράλογον, ὃ δὴ τούτῳ ἀντίκειται, τὸ ὀλίγας ἀφορμὰς καὶ σπανίους ἔχον εἰς τὸ ἀληθὲς εἶναι, πάντως ἡ ῥητορικὴ εἰς τὸ ἐναντίον ἐπιχειροῦσα οὐ μᾶλλον τοῦ εἰκότος ἢ τοῦ ἀντικειμένου στοχάζεται.