1.

[2.72] Ἡμεῖς μὲν οὖν ταύταις ἀξιοῦμεν ταῖς ἐνστάσεσι χρῆσθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλομένῳ χρῆσθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν. καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν˙ εἰ δέ ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν, ὡς πρότερον (Cfr. § 4) ὑπεδείκνυμεν.