1.

[2.73] ῥηθέντων δὲ πολλάκις τῶν λόγων καὶ ἐπ' αὐτοῖς πεπεισμένων τῶν δικαστῶν οὐδὲν ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδεχόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πείθειν ῥητορικῆς ἐστι τέλος, ἀλλ' εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο ἐπακολουθοῦν.