1.

[2.76] ὅ τε εὔνοιαν τοῖς δικασταῖς ἐμποιῶν λόγος, οὗτός ἐστι πειστικός˙ εὔνοιαν δὲ ἐμποιεῖ οὐχ ὁ ῥητορικὸς ἀλλ' ὁ ἀφελὴς καὶ τὸν ἰδιωτικὸν ὑποφαίνων τύπον. τῷ μὲν γὰρ τοῦ ῥήτορος ἀντίκεινται πάντες ταῖς ὑπεροχαῖς φθονοῦντες˙ κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥήτορος πανουργίαν τὰ [μὴ] δίκαια τοιαῦτα αὐτοῖς φαίνεσθαι˙