1.

[2.78] καὶ μὴν εἴπερ ἐπίστευον αὑτοῖς οἱ ῥήτορες ὅτι πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτοὺς μήτε ἔλεον μήτε οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ.
Ἀλλ' ὅτι μὲν οὐκ ἐνδέχεται τὸ πείθειν τέλος εἶναι ῥητορικῆς, δέδεικται˙