1.

[2.80] ὧν πρὸς μὲν τοὺς πρώτους ῥητέον ὡς εἴπερ τοὺς ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλλεται ἡ ῥητορική, ἤτοι τοὺς ἀληθεῖς ἢ δυνατοὺς ῥηθῆναι ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς˙ κανόνα γὰρ καὶ κριτήριον τῆς τῶν ἀληθῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν˙ οὔτε τοὺς δυνατοὺς ῥηθῆναι˙ ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι ἐπιγνώσονται.