1.

[2.81] οὐκ ἄρα ῥητορικῆς 〈τέλος〉 ἐστι τὸ τοὺς ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει τῆς ῥητορικῆς.