1.

[2.83] καὶ μὴν οὗπερ δεῖται τέλους τυχεῖν ὁ ῥήτωρ, τούτου καὶ ὁ μισθωσάμενος αὐτὸν ἰδιώτης˙ τοῦ δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν ὁ ἰδιώτης, ἀλλ' ἑτέρου τινός˙ ἐκεῖνο ἄρα τέλος γενήσεται, καὶ οὐ τὸ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν.