1.

[2.84] καὶ μὴν οὐδὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οἱ λέγοντες θέλουσιν˙ τοῦτο γὰρ οὐ διήνεγκε τοῦ [μὴ] πείθειν, ἐπείπερ ὁ πεπεικὼς δόξαν ἐμπεποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν (Cfr. §§ M 60-71) δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν.