1.

[2.85] ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον, ὡς ἠξιώκασί τινες˙ ὅ τι γὰρ τοῦ μέρους ἐστὶ τέλος, τοῦτο οὐκ ἂν εἴη τοῦ ὅλου τέλος˙ μέρους δέ γε τῆς ῥητορικῆς τοῦ συμβουλευτικοῦ τέλος λέγουσιν οἱ ῥήτορες εἶναι τὸ συμφέρον˙ οὐκ ἄρα τῆς ὅλης ῥητορικῆς ἐστι τέλος. ὅπερ τε πάσης τέχνης ἐστὶ τέλος κοινῶς, τοῦτο οὐκ ἂν εἴη τῆς ῥητορικῆς μόνης˙ τὸ συμφέρον δέ γε πάσης τέχνης ἐν τῷ βίῳ τέλος ἐστίν˙ οὐκ ἄρα τῆς ῥητορικῆς ἰδιαίτερον καθέστηκεν.