1.

[2.86] λείπεται οὖν τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἂν εἴη μουσικός. τοίνυν καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν εἴη ῥήτωρ.