1.

[2.87] ὁ δέ γε ῥήτωρ πλειονάκις ἢ νικᾷ νικᾶται, καὶ τοσούτῳ πλεῖον ὅσῳ δυναμικώτερός ἐστι, τῶν τὰ ἄδικα ἐχόντων πράγματα ἐπ' αὐτὸν συντρεχόντων. οὐκ ἄρα ῥήτωρ ἐστὶν ὁ ῥήτωρ. ὅ τε μὴ τυχὼν τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικηθέντα ἐπαινοῦμεν˙ οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν.