1.

[2.92] καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πείθειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτικοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδὲ τὸ συμφέρον, οὐδὲ τὸ καλόν˙ ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορικὴν ἐφίεσθαι τοῦ πείθειν.