1.

[2.93] Ἄλλως τε ἐπὶ τοῦ δικανικοῦ ἤτοι διὰ δικαίων μόνον λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ 〈ἢ διὰ τῶν ἀδίκων μόνον〉 ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδίκων. ἀλλ' εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται˙ οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πειθοῦς, ἐν ᾗ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν˙ οὐκ ἄρα διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς ἀκούοντας.