1.

[2.94] εἶτα οὐδὲ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δ' ἐναντίου μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδὲ ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδὲ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐναντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα δι' ἀμφοτέρων αὐτὴν βαδίζειν˙ ὃ πολλῷ τῶν προτέρων ἐστὶν ἀτοπώτερον˙ ἔσται γὰρ ἅμα ἀρετὴ καὶ κακία, ὃ τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.