1.

[2.95] Πρός γε μὴν τοῖς εἰρημένοις, εἴπερ ὑποδεῖξαι τὸ δίκαιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμφισβητήσιμον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν˙ ἐπὶ τούτου γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου καθεστῶτος.