1.

[2.97] νεανίας γὰρ πόθῳ ῥητορικῆς κατασχεθεὶς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον ὑπ' αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώτην νικήσῃ δίκην. συμφωνίας δὲ γενομένης, καὶ τοῦ μειρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ' ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νικήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον˙ ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νικήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν.