1.

[2.98] θορυβησάντων δὲ τῶν δικαστῶν ὡς δίκαια λέγοντος αὐτοῦ, παραλαβὼν τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν μεταθείς, ἐχρῆτο˙ ῾ἐάν τε᾽ γὰρ ῾νικήσω᾽ φησὶν ῾ἐάν τε νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νικήσας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον˙ ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.᾽