1.

[2.101] ἐπεὶ γὰρ οὔτε πάντες ἄνθρωποι ἐγκωμιάζεσθαι θέλουσιν οὔτε ἐπὶ τοῖς αὐτοῖς, δεῖ τὸν μέλλοντα καλῶς ἐγκωμιάζειν εἰδέναι τὴν τοῦ ἐγκωμιαζομένου διάθεσιν˙ οὐ πᾶν δέ γε τὸ καθ' ἕτερον κίνημα ληπτ[έ]όν ἐστιν ἑτέρῳ. καὶ ἄλλως οἱ ῥήτορες οὐ παραδεδώκασί τινα μέθοδον δι' ἧς εἰσόμεθα τὸ πότε καὶ τίνα ἐγκωμιαστέον ἐστίν˙ οὐκ ἄρα δυνατὸν ἀπὸ ῥητορικῆς ὑγιῶς ἐγκωμιάζειν.