1.

[2.102] ἤτοι δὲ ἐπὶ τοῖς μὴ οὖσιν ἀγαθοῖς δοκοῦσι δὲ εἶναι, ἢ ἐπὶ τοῖς κατ' ἀλήθειαν οὖσιν ἐγκωμιάσει ὁ ῥήτωρ. οὔτε δὲ ἐπὶ τοῖς μὴ οὖσι, προσδιαφθείρει γὰρ τοὺς ἐγκωμιαζομένους, οὔτε ἐπὶ τοῖς οὖσιν˙ ἀγνοεῖ γὰρ ταῦτα, ὅτε καὶ τοῖς φιλοσόφοις διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν μάχην ἐστὶν ἀκατάληπτα. οὐκ ἄρα δύναταί τινα ἐγκωμιάζειν ὁ ῥήτωρ.