1.

[2.103] οἵ τε μὴ εἰδότες ἐφ' οἷς ἐγκωμιαστέον ἐστὶν οὐδὲ ἐγκωμιάζειν δύνανται˙ οἱ δέ γε ῥήτορες οὐκ ἴσασιν ἐφ' οἷς ἐγκωμιάζειν δεῖ, καθὼς παραστήσομεν˙ τοίνυν οὐδὲ ἐγκωμιάζειν δυνήσονται. ἐγκωμιαστέον γάρ φασιν ἀπὸ γένους τε καὶ κάλλους καὶ πλούτου καὶ πολυτεκνίας καὶ τῶν ἐοικότων, ἀνάπαλίν τε ψεκτέον ἀπὸ δυσγενείας καὶ δυσμορφίας καὶ πενιχρότητος.