1.

[2.104] ὅπερ εὔηθες˙ δεῖ γὰρ ἡμᾶς ἀπὸ τῶν παρ' ἡμᾶς γινομένων τοὺς ἐπαίνους ἕλκειν καὶ ψόγους, εὐγένεια δὲ καὶ εὐτυχία κάλλος τε καὶ πολυτεκνία καὶ τὰ τοιαῦτα οὔκ ἐστι παρ' ἡμᾶς γινόμενα, ὥστε οὐκ ἐπαινετέον ἀπ' αὐτῶν, ἐπεί τοί γε εἰ ψιλῶς ἐπαινετέον τὴν εὐγένειάν ἐστι καὶ πολυτεκνίαν καὶ πᾶν τοιουτῶδες, ἐπαινετέος καὶ Βούσιρις καὶ Ἄμυκος καὶ Ἀνταῖος οἱ ξενοκτόνοι, ὅτι Ποσειδῶνος ἦσαν υἱεῖς, ἐπαινετὴ δὲ καὶ ἡ Νιόβη, ὅτι πολύτεκνος.