1.

[2.105] ἐναντίως τε εἰ ἡ ἀμορφία καὶ πενία ψεκτόν, ψεκτέος μὲν Ὀδυσσεύς, ὅτι χερνήτου λαβὼν σχῆμα (
Hom. Od. IV 246
)
‘ἀνδρῶν δυσμενέων κατέδυ πόλιν,’
ψεκτὸς δὲ ὁ Διὸς Περσεύς, ὅτι πήραν περιηρτημένος τὴν ἄνυδρον ὥδευε Λιβύην, καὶ Ἡρακλῆς, ὅτι λεοντῆν καὶ ξύλον ἐπὶ τοὺς ἄθλους ἐπήγετο.