[47] κἀγὼ κατακαύσας αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα.

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι (Il. Ζ 211).

ταῦτά ἐστι τὰ κατ' ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά˙ σκόπει δέ με ἐξ ἐμαυτοῦ."
Καὶ ἦν ὡς ἀληθῶς ὁ Βίων τὰ μὲν ἄλλα πολύτροπος καὶ σοφιστὴς ποικίλος καὶ πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας˙ ἔν τισι δὲ καὶ πότιμος καὶ ἀπολαῦσαι τύφου δυνάμενος. πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη πραγματείαν περιέχοντα. οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, "οὐχ οἷόν τε," εἶπεν, "ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι."

[47] κἀγὼ κατακαύσας αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα.

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

ταῦτά ἐστι τὰ κατ' ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά˙ σκόπει δέ με ἐξ ἐμαυτοῦ."
Καὶ ἦν ὡς ἀληθῶς ὁ Βίων τὰ μὲν ἄλλα πολύτροπος καὶ σοφιστὴς ποικίλος καὶ πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας˙ ἔν τισι δὲ καὶ πομπικὸς καὶ ἀπολαῦσαι τύφου δυνάμενος. πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη πραγματείαν περιέχοντα. οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, "οὐχ οἷόν τε," εἶπεν, "ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι."

[47] Κἀγὼ κατακαύσας [29015] αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα.

Ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.

Ταῦτά ἐστι τὰ κατ' ἐμέ. Ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά˙ σκόπει δέ με ἐξ [29020] ἐμαυτοῦ."
Καὶ ἦν ὡς ἀληθῶς ὁ Βίων τὰ μὲν ἄλλα πολύτροπος καὶ
[2911] σοφιστὴς ποικίλος καὶ πλείστας ἀφορμὰς δεδωκὼς τοῖς βουλομένοις καθιππάζεσθαι φιλοσοφίας˙ ἔν τισι δὲ καὶ πότιμος καὶ ἀπολαῦσαι τύφου δυνάμενος. Πλεῖστά τε καταλέλοιπεν ὑπομνήματα, ἀλλὰ καὶ ἀποφθέγματα χρειώδη [2915] πραγματείαν περιέχοντα. Οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, "Οὐχ οἷόν τε," εἶπεν, "ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι."