1.

[2.106] Συνελόντι δὲ φάναι, δεδόσθω ταῦτα μέρη εἶναι τῆς ῥητορικῆς. ἀλλ' ἐπεὶ τὸ δίκαιον, ὅτι ἐστὶ δίκαιον, καὶ τὸ συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ καλόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις, οὐδὲ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συνεστῶσα. ὅτι δὲ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν (Cfr. PH II 172 sqq.) ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται.