1.

[2.108] ἄλλως τε, εἰ ἔστιν, ἤτοι ἐναργὴς καθέστηκεν ἢ ἄδηλος. οὔτε δὲ ἐναργής ἐστιν˙ ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος, παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχάνοντος. λείπεται ἄρα ἄδηλον αὐτὴν εἶναι.