1.

[2.110] μὴ οὔσης δὲ γενικῆς ἀποδείξεως οὐδὲ εἰδική τις ἔσται ἀπόδειξις, ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν˙ γενικὴ δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν˙ τοίνυν οὐδὲ ἄλλη τις γενήσεται τῶν ἐπ' εἴδους. ἐπεὶ γὰρ ἄδηλός ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀποδείξεως.