1.

[2.111] οὔτε δὲ διὰ εἰδικῆς διὰ τὸ μήπω βέβαιον εἶναι τὴν τῆς γενικῆς ὕπαρξιν, οὔτε διὰ γενικῆς˙ αὕτη γάρ ἐστιν ἡ ἀμφισβητουμένη. οὐ τοίνυν ἔστι τις γενικὴ ἀπόδειξις. ᾧ ἕπεται τὸ μηδὲ τὴν εἰδικὴν ὑπάρχειν. καὶ ἄλλως, ἡ γενικὴ ἀπόδειξις εἰ μὲν λήμματά τινα ἔχει καὶ ἐπιφοράν, οὐδὲ γενική ἐστιν, εἰ δὲ οὐκ ἔχει, οὐδὲ κατασκευάσει τι, πολὺ δὲ μᾶλλον οὐδὲ τὴν ἑαυτῆς ὕπαρξιν.