1.

[2.112] (§ 112 Cfr. M VIII 347) ἥ τε τὴν ἀπόδειξιν πιστουμένη ἀπόδειξις ἤτοι ζητεῖται ἢ ἀζήτητός ἐστιν. ἀλλ' ἀζήτητος μὲν οὐκ ἂν εἴη διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας, ζητουμένη δὲ ὀφείλει ὑπ' ἄλλης κατασκευάζεσθαι, κἀκείνη πάλιν ὑπ' ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα ἔστι τις ἀπόδειξις.