1.

[3.6] Ἀλλὰ γὰρ τοσαυταχῶς νοουμένης [τὰ νῦν] τῆς ὑποθέσεως, πρόκειται τὰ νῦν ζητεῖν οὐ μὰ Δία περὶ τῆς δραματικῆς διατάξεως, οὐδὲ περὶ τῆς παρὰ τοῖς ῥήτορσι ζητήσεως, ἀλλὰ περὶ τῆς ἐν τέλει λεχθείσης ὑποθέσεως, ἣν ἀρχὴν ἀποδείξεως συμβέβηκεν εἶναι˙ ταύτην γὰρ καὶ οἱ γεωμέτραι λαμβάνουσι τὴν ὑπόθεσιν, βουλόμενοί τι γεωμετρικῶς ἀποδεῖξαι.