1.

[3.8] ἤτοι ἰσχυρόν ἐστι καὶ βέβαιον πρὸς πίστιν τὸ ἐξ ὑποθέσεώς (Cfr. M VIII 370 et PH I 173 ) τι λαβεῖν ἢ ἄπιστόν τε καὶ ἀσθενές. ἀλλ' εἰ μὲν ἰσχυρόν, καὶ τὸ ἀντικείμενον ἐξ ὑποθέσεως ληφθὲν πιστὸν γενήσεται καὶ βέβαιον, ὥστε θήσομεν τὰ μαχόμενα. εἰ δὲ ἐπὶ τοῦ τὸ ἐναντίον ἐξ ὑποθέσεως λαμβάνοντος χωρὶς ἀποδείξεως ἄπιστόν ἐστιν ἡ ὑπόθεοις, ἄπιστος γενήσεται καὶ ἐπ' ἐκείνου, ὥστε οὐδέτερον αὐτῶν θήσομεν. οὐ τοίνυν ληπτέον ἐστὶν ἐξ ὑποθέσεώς τι.