1.

[3.9] (§§ 9-10 Cfr. M VIII 371) καὶ μὴν τὸ ὑποτιθέμενον πρᾶγμα ἤτοι ἀληθές ἐστι καὶ τοιοῦτον ὁποῖον αὐτὸ ὑποτιθέμεθα ἢ ψεῦδος. ἀλλ' εἰ μὲν ἀληθές ἐστι, μηδὲ αἰτώμεθα αὐτό, εἰς πρᾶγμα ὑποψίας πλῆρες καταφεύγοντες, τὴν ὑπόθεσιν, ἀλλ' αὐτόθεν λαμβάνωμεν, ἐπείπερ οὐθεὶς τἀληθῆ καὶ ὄντα ὑποτίθεται, καθάπερ οὐδὲ τὸ νῦν ἡμέραν εἶναι ἢ ἐμὲ διαλέγεσθαι καὶ ἀναπνεῖν (Cfr. M II 65, VII 242 et VIII 144)˙ ἡ γὰρ περιφάνεια τούτων τῶν πραγμάτων αὐτόθεν βέβαιον ἔχει τὴν θέσιν καὶ οὐ δισταζομένην τὴν ὑπόθεσιν. ὥστε εἰ ἀληθές ἐστι τὸ πρᾶγμα, μηδὲ αἰτώμεθα αὐτὸ ὡς μὴ ὂν ἀληθές.