1.

[3.11] (§§ 11-17 Cfr. M VIII 372-378) οὐ μὴν ἀλλ' εἴ τις οἷς ἂν ὑποθῆται, τούτοις τὰ ἀκολουθοῦντα πιστὰ τυγχάνειν ἀξιώσει, μήποτε πᾶσαν ἀναιρεῖ ζήτησιν. εὐθέως γὰρ ὑποθήσεται ἕκαστος ἡμῶν τὸ τὰ τρία τέσσαρα εἶναι, καὶ τούτου δοθέντος συνάξει ὅτι καὶ τὰ ἓξ ὀκτώ ἐστιν˙ εἰ γὰρ τὰ τρία τέσσαρά ἐστι, τὰ ἓξ ὀκτὼ γενήσεται˙ ἀλλὰ μὴν τὰ τρία τέσσαρά ἐστιν, ὡς ἡ ὑπόθεσις δίδωσιν˙ τὰ ἄρα ἓξ ὀκτώ ἐστιν.