1.

[3.12] (§ 12 Cfr. M VIII 373) πάλιν τε αἰτήσομεν ὅτι μένει τὸ κινούμενον, καὶ συγχωρηθέντος τοῦ πράγματος συνάξομεν ὅτι ἡ φλὸξ ἠρεμεῖ˙ εἰ γὰρ τὸ κινούμενον μένει, ἡ φλὸξ ἠρεμεῖ˙ τὸ δέ γε κινούμενον μένει, 〈ὡς ἡ ὑπόθεσις δίδωσιν˙〉 ἡ ἄρα φλὸξ ἠρεμεῖ. ἀλλ' ὃν τρόπον οἱ γεωμέτραι ἀτόπους ἐροῦσιν εἶναι ταύτας τὰς ὑποθέσεις (βέβαιον γὰρ εἶναι δεῖ τὸν θεμέλιον, ἵνα συνομολογηθῇ καὶ τὸ ἀκόλουθον), οὕτω καὶ ἡμεῖς πάντα τὰ ὑποθετικῶς αὐτοῖς λαμβανόμενα οὐ προσησόμεθα χωρὶς ἀποδείξεως.