1.

[3.13] (§ 13 Cfr. M VIII 374) ἄλλως τε, εἰ βέβαιόν ἐστι καὶ πιστὸν τὸ ὑποτιθέμενον ᾗ ὑποτίθεται, μὴ ταῦτα ὑποτιθέσθωσαν ἐξ ὧν ἀποδείξουσί τι, ἀλλ' αὐτὸ τὸ ἀποδεικνύμενον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως ἀλλὰ τὴν ἐπιφοράν˙ ὃ γὰρ δύναται πρὸς πίστιν αὐτοῖς ἐπὶ τῶν ἐκκαλυπτόντων ἡ ὑπόθεσις, τοῦτο δυνήσεται καὶ ἐπὶ τῶν ἐκκαλυπτομένων ἐκ τῆς ἀποδείξεως πραγμάτων. εἰ δ' ἄπιστόν ἐστι, κἂν πολλάκις ὑποτεθῇ, τὸ τῆς ἀποδείξεως συμπέρασμα χωρὶς ἀποδείξεως, ἄπιστον γενήσεται καὶ τὸ εἰς κατασκευὴν τούτου λαμβανόμενον, εἰ μὴ δι' ἀποδείξεως διδάσκοιτο.