1.

[3.14] (§ 14 Cfr. M VIII 375) νὴ Δί', ἀλλ' εἴπερ, φασί, τὸ ἀκολουθοῦν ταῖς ὑποθέσεσιν ἀληθὲς εὑρίσκεται, πάντως καὶ τὰ ὑποτεθέντα, τουτέστιν οἷς ἐπηκολούθησεν, ἀληθῆ γενήσεται. ὃ πάλιν ἐστὶν εὔηθες˙ πόθεν γὰρ ὅτι τὸ ἀκολουθοῦν τισιν ἐν ἀποδείξει πάντως ἀληθές ἐστιν; ἢ γὰρ ἐξ αὐτοῦ μαθόντες ἐκείνου τοῦτ' ἐροῦσιν, ἢ ἐκ τῶν οἷς ἠκολούθησε λημμάτων.