1.

[3.15] (§ 15 Cfr. M VIII 376) ἀλλ' ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴποιεν. ἄδηλον γάρ ἐστι, τὸ δὲ ἄδηλον ἐξ αὑτοῦ πιστὸν οὐκ ἔστιν˙ ἀποδεικνύναι γοῦν τοῦτο ἐπιβάλλονται ὡς μὴ ἐν αὑτῷ τὴν πίστιν ἔχον. καὶ μὴν οὐδ' ἐκ τῶν λημμάτων˙ περὶ γὰρ τούτων ἐστὶν ἡ πᾶσα διαμάχη, καὶ μηδέπω αὐτῶν πεπιστευμένων οὐδὲ τὸ ἀποδεικνύμενον ἐξ αὐτῶν βέβαιον εἶναι δύναται.