1.

[3.17] (§ 17 Cfr. M VIII 378) ὅθεν οὐκ εἰ τὸ λῆγόν ἐστιν ἀληθές, πάντως καὶ τὸ ἡγούμενον ἀληθές, ἀλλ' ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος.
Καὶ δὴ ὅτι μὲν οὐκ εὖ ποιοῦσιν οἱ ἀπὸ τῶν μαθημάτων ἐξ ὑποθέσεως λαμβάνοντες τὰς ἀρχὰς τῆς ἀποδείξεως καὶ ἑκάστου θεωρήματος, ἐπιφθεγγόμενοι τὸ ῾δεδόσθω᾽, διὰ τούτων αὐτάρκως κατεσκεύασται˙