1.

[3.18] μετελθόντες δὲ ἑξῆς διδάσκωμεν ὅτι ψευδεῖς καὶ ἀπιθάνους αὐτῶν συμβέβηκεν εἶναι τὰς ἀρχὰς τῆς τέχνης. καὶ δὴ πολλῶν εἰς τοῦτο δυναμένων λέγεσθαι, ὡς ἐναρχόμενοι τῆς ὑφηγήσεως εἴπομεν, τούτοις προσαχθήσεται τὰ τῆς ἀπορίας ὧν ἀναιρουμένων καὶ τὰ λοιπὰ συναναιρεθήσεται. ἐπεὶ οὖν τῶν ἀρχῶν διαβληθεισῶν οὐδὲ αἱ κατὰ μέρος ἀποδείξεις αὐτοῖς δύνανται προκόπτειν, λέγωμεν τὰ ἁρμόζοντα πρὸς τὰς ἀρχάς.