1.

[3.19] (§ 19 Cfr. M IX 367) Εὐθέως τοίνυν ὡς πρῶτόν τι καὶ στοιχειωδέστατον διδάσκουσιν ἡμᾶς ὅτι σῶμα μέν ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις (Cfr. PH III 39 sqq.), μῆκος πλάτος βάθος, ὧν πρώτη μὲν διάστασίς ἐστιν ἡ κατὰ μῆκος ἄνωθεν κάτω, δευτέρα δὲ ἡ κατὰ πλάτος ἀπὸ δεξιῶν ἐπ' ἀριστερά, τρίτη δὲ ἡ κατὰ βάθος ἀπὸ τῶν πρόσω εἰς τοὐπίσω. ὥστε 〈ὄν〉των τριῶν τούτων ἓξ γίνεσθαι παρατάσεις, δύο καθ' ἑκάστην, τῆς μὲν πρώτης τὴν ἄνω καὶ κάτω, τῆς δὲ δευτέρας τὴν ἐν ἀριστερᾷ καὶ ἐν δεξιᾷ, τῆς δὲ τρίτης τὴν πρόσω καὶ ὀπίσω.
Στιγμῆς μὲν γὰρ ῥυείσης γραμμὴν γίνεσθαί φασι, γραμμῆς δ' ἐπιφάνειαν, ἐπιφανείας δὲ στερεὸν σῶμα.