1.

[3.22] (§ 22 Cfr. M IX 377-378) Ἡ τοίνυν στιγμή , ἥν φασι σημεῖον ἀδιάστατον ὑπάρχειν, ἤτοι σῶμα νοεῖται ἢ ἀσώματον. καὶ σῶμα μὲν οὐκ ἂν εἴη κατ' αὐτούς˙ τὰ γὰρ μὴ ἔχοντα διάστασιν οὐκ ἦν σώματα. λείπεται οὖν ἀσώματον αὐτὴν ὑπάρχειν, ὃ πάλιν ἐστὶν ἀπίθανον. τὸ μὲν γὰρ ἀσώματον οὐδενὸς νοεῖται γεννητικὸν ὡσανεὶ ἀθιγὲς καθεστώς, ἡ δὲ στιγμὴ νοεῖται τῆς γραμμῆς γεννητική˙ οὐ τοίνυν ἐστὶ σημεῖον ἀδιάστατον ἡ στιγμή.