1.

[3.23] καὶ μὴν εἴπερ (cfr. Anaxag. 59 B 21a Diels-Kranz; M VII 140) ὄψις τῶν ἀδήλων ἐστὶ τὰ φαινόμενα, ἐπεὶ οὐ δυνατὸν ἐν τοῖς φαινομένοις λαβεῖν τινος σημεῖον καὶ πέρας ἀδιάστατον, δῆλον ὡς οὐδ' ἐν τοῖς νοητοῖς ληφθήσεταί τι τοιοῦτον. ἐν δέ γε τοῖς αἰσθητοῖς οὐδὲν ἔστιν ἀδιάστατον λαβεῖν, ὡς παραστήσω˙ ὥστ' οὐδ' ἐν τοῖς νοητοῖς.