1.

[3.24] πᾶν τοίνυν τὸ ἐν τοῖς αἰσθητοῖς ὑποπῖπτόν τινος πέρας καὶ σημεῖον σὺν τούτῳ καταλαμβάνεταί τινος ἄκρον, σὺν τῷ καὶ μέρος ἐκείνου, οὗπέρ ἐστιν ἄκρον, ὑπάρχειν˙ ἐὰν γοῦν ἀφέλωμεν αὐτό, μειωθήσεται τὸ ἀφ' οὗ ἡ ἀφαίρεσις. τὸ δὲ μέρος τινὸς ὑπάρχον εὐθὺς καὶ συμπληρωτικὸν αὐτοῦ καθέστηκεν, ὃ δέ ἐστί τινος συμπληρωτικόν, πάντως αὔξει τὸ μῆκος ἐκείνου, καὶ ὅ ἐστι μεγέθους αὐξητικόν, τοῦτο ἐξ ἀνάγκης ἔχει μέγεθος.