1.

[3.26] ἄλλως τε τὴν ἀπὸ τοῦ κέντρου ἐκβληθεῖσαν εὐθεῖάν φασι περιαγομένην τῷ πέρατι ἑαυτῆς κυκλογραφεῖν τὴν ἐπίπεδον. ἐπεὶ οὖν τὸ ἄκρον ταύτης τῆς εὐθείας ἐστὶ σημεῖον, καὶ τοῦτο περιαγόμενον καταμετρεῖ τὴν περιφέρειαν, ἔσται τοῦτο συμπληρωτικὸν τῆς περιφερείας˙ ἡ δέ γε περιφέρεια διάστασιν εἶχεν˙ τοίνυν καὶ τὸ συμπληρωτικὸν αὐτῆς σημεῖον ἕξει τινὰ διάστασιν.