1.

[3.28] Ἀλλ' εἰώθασι πρὸς τὰς τοιαύτας ἐπιχειρήσεις ὑπαντῶντες οἱ περὶ τὸν Ἐρατοσθένη λέγειν ὅτι τὸ σημεῖον οὔτε ἐπιλαμβάνει τινὰ τόπον οὔτε καταμετρεῖ τὸ διάστημα τῆς γραμμῆς, ῥυὲν δὲ ποιεῖ τὴν γραμμήν. ὅπερ ἐστὶν ἀδιανόητον. ῥεῖν γὰρ νοεῖται τὸ ἀπό τινος τόπου εἴς τινα τόπον ἐπεκτείνεσθαι, ὥσπερ τὸ ὕδωρ. εἰ δὴ τοιοῦτόν τι φαντασιούμεθα τὸ σημεῖον, ἀκολουθήσει οὐχ οἷον ἀμερὲς αὐτὸ τυγχάνειν, ἀλλ' ἐκ τῶν ἐναντίων πολυμερές.