1.

[3.29] (§§ 29-82 Cfr. M IX 380-436) Τοσαῦτα μὲν περὶ στιγμῆς, ἴδωμεν δὲ παρακειμένως καὶ τὰ περὶ γραμμῆς ὀφείλοντα λέγεσθαι˙ αὕτη γὰρ μετὰ τὴν στιγμὴν ἐτέτακτο. 〈λεκτέον〉 τοίνυν, ὅτι, κἂν δοθῇ στιγμή τις ὑπάρχειν, οὐκ ἔσται ἡ γραμμή. εἰ γὰρ αὕτη ῥύσις ἐστὶ σημείου καὶ μῆκος ἀπλατές, ἤτοι ἕν ἐστι σημεῖον εἰς μῆκος ἐκτεταμένον ἢ πολλὰ 〈ἀ〉διάστατα στοίχῳ κείμενα˙ οὔτε δὲ ἕν ἐστιν εἰς μῆκος ἐκτεταμένον, ὡς χῳ κείμενα˙