1.

[3.30] (§ 30 Cfr. M IX 381) οὔτε δὲ ἕν ἐστιν εἰς μῆκος ἐκτεταμένον, ὡς παραστήσομεν, οὔτε πολλὰ σημεῖα στοίχῳ κείμενα, καθὼς καὶ τοῦτο ὑπομνήσομεν˙ οὐκ ἄρα ἔστι γραμμή. εἰ γὰρ ἕν ἐστι [τὸ] σημεῖον, ἤτοι τοῦτο τὸ σημεῖον ἕνα μόνον ἐπέχει τόπον, ἢ μετατίθεται τόπον ἐκ τόπου, ἢ ἐπεκτείνεται ἀπό τινος τόπου εἴς τινα τόπον.